호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν μὲν οὖν πρὸ τοῦ χρόνον βραχεῖά τισ ἦν τοῖσ προειρημένοισ ἐπιπλοκὴ πρὸσ ἀλλήλουσ· καθ’ ὃν δὲ καιρὸν Ἀρχίδαμοσ ἐκ τῆσ Σπάρτησ ἔφυγε δείσασ τὸν Κλεομένην, καὶ παρεγένετ’ εἰσ Μεσσηνίαν, οὐ μόνον οἰκίᾳ καὶ τοῖσ ἄλλοισ ἀναγκαίοισ ὁ Νικαγόρασ αὐτὸν ἐδέξατο προθύμωσ, ἀλλὰ καὶ κατὰ τὴν ἑξῆσ συμπεριφορὰν ἐγένετό τισ αὐτοῖσ ὁλοσχερὴσ εὔνοια καὶ συνήθεια πρὸσ ἀλλήλουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기