- 텍스트

Polybius, Histories, book 5, chapter 35

(폴리비오스, Histories, book 5, chapter 35)

Οὗτος γάρ, ἑώς μὲν ὁ προσαγορευόμενος Εὐεργέτης ἔζη, πρὸς ὃν ἐποιήσατο τὴν κοινωνίαν τῶν πραγμάτων καὶ τὰς πίστεις, ἦγε τὴν ἡσυχίαν, πεπεισμένος ἀεὶ δι ἐκείνου τεύξεσθαι τῆς καθηκούσης ἐπικουρίας εἰς τὸ τὴν πατρῴαν ἀνακτήσασθαι βασιλείαν:? τότε δὴ καὶ μᾶλλον ἠναγκάζετο σπεύδειν καὶ φιλοτιμεῖσθαι περὶ τῆς ἐξ Ἀλεξανδρείας ἀπαλλαγῆς.

διόπερ τὸ μὲν πρῶτον ἐντεύξεις ἐποιεῖτο, παρακαλῶν μετὰ χορηγίας τῆς καθηκούσης καὶ δυνάμεως αὐτὸν ἐκπέμψαι, μετὰ δὲ ταῦτα παρακουόμενος ἠξίου μετὰ δεήσεως μόνον αὐτὸν ἀπολῦσαι μετὰ τῶν ἰδίων οἰκετῶν:

τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν ἀφορμὰς αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.

οὔτ ἐφιστάνων [ἐν] οὐδενὶ τῶν τοιούτων οὔτε προνοούμενος τοῦ μέλλοντος διὰ τὰς προειρημένας αἰτίας, εὐήθως καὶ ἀλόγως ἀεὶ παρήκουε τοῦ Κλεομένους.

οἱ δὲ περὶ τὸν Σωσίβιον - οὗτος γὰρ μάλιστα τότε προεστάτει τῶν πραγμάτων - συνεδρεύσαντες τοιαύτας τινὰς ἐποιήσαντο περὶ αὐτοῦ διαλήψεις.

μετὰ μὲν γὰρ στόλου καὶ χορηγίας ἐκπέμπειν αὐτὸν οὐκ ἔκρινον, καταφρονοῦντες τῶν ἔξω πραγμάτων διὰ τὸ μετηλλαχέναι τὸν Ἀντίγονον καὶ νομίζειν μάταιον αὑτοῖς ἔσεσθαι τὴν εἰς ταῦτα δαπάνην.

τεθεαμένος μὲν ὑπ αὐγὰς αὐτῶν τὰ πράγματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπασμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα πρὸς πραγμάτων λόγον:

καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατ Ἔφεσον.

διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας:

τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν. λοιπὸν ἦν ἄκοντα κατέχειν.

τοῦτο δ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION