- 텍스트

Polybius, Histories, book 5, chapter 27

(폴리비오스, Histories, book 5, chapter 27)

Ἐλατείας ἀνέστρεφε, κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν τὸν Λεόντιον ἐν ἐγγύῃ τῶν εἴκοσι ταλάντων.? τῶν δ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας.

ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέπλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυωνίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δ Ἄρατον καταλύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, τῷ δ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον.

προσπεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυλίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας κατεπειγούσης, τούτων δ ἀφορμησάντων, ἀπαγαγεῖν ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν.

εἰ δὲ πρὸς τὴν ἐγγύην τοῦ Μεγαλέου, διότι τὰ χρήματα κατὰ κοινὸν εἰσενέγκαντες ἐκτίσουσιν αὐτοί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION