호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γος].? δι οὗ φέρεται μὲν ὁ προειρημένος ποταμὸς παρ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν ἡμισταδίων:
δι οὗ τὴν ἀνακομιδὴν ἔδει ποιεῖσθαι κατ ἀνάγκην τὸν Φίλιππον, ἐκ μὲν εὐωνύμων ἔχοντα τὴν πόλιν καὶ τοὺς Λακεδαιμονίους ἑτοίμους καὶ παρατεταγμένους, ἐκ δὲ δεξιῶν τόν τε ποταμὸν καὶ τοὺς περὶ τὸν Λυκοῦργον ἐπὶ τῶν λόφων ἐφεστῶτας.
ἐμεμηχάνηντο δέ τι πρὸς τοῖς ὑπάρχουσι καὶ τοιοῦτον οἱ Λακεδαιμόνιοι:
φράξαντες γὰρ τὸν ποταμὸν ἄνωθεν ἐπὶ τὸν μεταξὺ τόπον τῆς πόλεως καὶ τῶν βουνῶν ἐφῆκαν, οὗ διαβρόχου γενηθέντος, οὐχ οἱο῀ν τοὺς ἵππους, ἀλλ οὐδ ἂν τοὺς πεζοὺς δυνατὸν ἦν ἐμβαίνειν. διόπερ ἀπελείπετο παρ αὐτὴν τὴν παρώρειαν ὑπὸ τοὺς λόφους τὴν δύναμιν ἄγοντας δυσπαραβοηθήτους καὶ μακροὺς αὑτοὺς ἐν πορείᾳ παραδιδόναι τοῖς πολεμίοις.
καὶ βουλευσάμενος μετὰ τῶν φίλων, ἀναγκαιότατον ἔκρινε τῶν παρόντων τὸ τρέψασθαι πρώτους τοὺς περὶ τὸν Λυκοῦργον ἀπὸ τῶν κατὰ τὸ Μενελάιον τόπων.
ἀναλαβὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους.
ὁ δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέφηνεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기