- 텍스트

Polybius, Histories, book 5, chapter 17

(폴리비오스, Histories, book 5, chapter 17)

Κατὰ δὲ τοὺς προειρημένους καιροὺς Λυκοῦργος ἐκ μὲν τῆς Μεσσηνίας οὐδὲν ἄξιον λόγου πράξας ἐπανῆλθε:? μετὰ δὲ ταῦτα πάλιν ὁρμήσας ἐκ Λακεδαίμονος κατελάβετο τὴν τῶν Τεγεατῶν πόλιν. τῶν δὲ σωμάτων ἀποχωρησάντων εἰς τὴν ἄκραν, ἐπεβάλετο πολιορκεῖν ταύτην.

οὐδαμῶς δὲ δυνάμενος ἀνύειν οὐδὲν αὖτις ἀνεχώρησεν εἰς τὴν Σπάρτην. καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώτους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους Ἀγησίπολιν καὶ Διοκλέα.

Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας:

εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε.

προσπεσούσης δ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν.

καταλαβὼν δ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων: ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παράπλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ στόλου παντὸς εἰς Κόρινθον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION