- 텍스트

Polybius, Histories, book 5, chapter 16

(폴리비오스, Histories, book 5, chapter 16)

γεῖν.? τῇ δ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν τοῦ πράγματος. ὁ δὲ Λεόντιος, συνεὶς τὰ περὶ τὸν Μεγαλέαν, ἧκε πρὸς τὴν σκηνὴν μετά τινων πελταστῶν, πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν καὶ ταχέως εἰς μετάνοιαν ἄξειν τὸν βασιλέα.

συντυχὼν δ αὐτῷ, προσεπυνθάνετο τίς ἐτόλμησεν ἐπιβαλεῖν τὰς χεῖρας Μεγαλέᾳ καὶ τίς εἰς τὴν φυλακὴν ἀπαγαγεῖν.

τοῦ δὲ βασιλέως ὑποστατικῶς αὐτοῦ φήσαντος συντεταχέναι, καταπλαγεὶς ὁ Λεόντιος καί τι προσανοιμώξας, ἀπῄει τεθυμωμένος.

ἀναχθεὶς παντὶ τῷ στόλῳ καὶ διάρας τὸν κόλπον, ὡς θᾶττον εἰς τὴν Λευκάδα καθωρμίσθη, τοῖς μὲν ἐπὶ τῆς τῶν λαφύρων οἰκονομίας τεταγμένοις περὶ ταῦτα συνέταξε γινομένοις μὴ καθυστερεῖν, αὐτὸς δὲ συναγαγὼν τοὺς φίλους ἀπέδωκε κρίσιν τοῖς περὶ τὸν Μεγαλέαν.

καὶ πάντα ταῦτα μετ ἀποδείξεως ἐνδεικνυμένου καὶ μαρτύρων, οὐ δυνάμενοι πρὸς οὐδὲν ἀντιλέγειν οἱ περὶ τὸν Μεγαλέαν κατεκρίθησαν ὁμοθυμαδὸν ὑπὸ τῶν φίλων.

καὶ Κρίνων μὲν ἔμεινεν ἐν τῇ φυλακῇ, τὸν δὲ Μεγαλέαν Λεόντιος ἀνεδέξατο τῶν χρημάτων.

Ἡ μὲν οὖν Ἀπελλοῦ καὶ τῶν περὶ τὸν Λεόντιον πρᾶξις ἐν τούτοις ἦν, παλίντροπον λαμβάνουσα τὴν προκοπὴν ταῖς ἐξ ἀρχῆς αὐτῶν ἐλπίσιν.

ἔδοξαν μὲν γὰρ καταπληξάμενοι τὸν Ἄρατον καὶ μονώσαντες τὸν Φίλιππον ποιήσειν ὅ τι ἂν αὐτοῖς δοκῇ συμφέρειν, ἀπέβη δὲ τούτων τἀναντία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION