- 텍스트

Polybius, Histories, book 5, chapter 15

(폴리비오스, Histories, book 5, chapter 15)

Ἦσαν μὲν οὖν εὐθέως ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οὐχ ὁμοίως τοῖς λοιποῖς χαίροντες ἐπὶ τοῖς γεγονόσι:? προβαίνοντος δὲ τοῦ πότου, κἄπειτα γενομένης ἀκαιρίας καὶ πολυποσίας, ἀναγκασθέντες συμπεριφέρεσθαι, ταχέως ἐξεθεάτρισαν αὑτούς.

λυθείσης γὰρ τῆς συνουσίας ὑπό τε τῆς μέθης καὶ τῆς ἀλογιστίας ἐλαυνόμενοι, περιῄεσαν ζητοῦντες τὸν Ἄρατον.

συμμίξαντες δὲ κατὰ τὴν ἐπάνοδον αὐτῷ, τὸ μὲν πρῶτον ἐλοιδόρουν, μετὰ δὲ βάλλειν ἐνεχείρησαν τοῖς λίθοις.

προσβοηθούντων δὲ πλειόνων ἀμφοτέροις θόρυβος ἦν καὶ κίνημα κατὰ τὴν παρεμβολήν.

ὁ δὲ βασιλεὺς ἀκούων τῆς κραυγῆς, ἐξαπέστειλε τοὺς ἐπιγνωσομένους καὶ διαλύσοντας τὴν ταραχήν. ὁ μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχόμενος τοὺς συμπαρόντας, ἀπηλλάττετο ταύτης τῆς ἀδι κίας ἐπὶ τὴν αὑτοῦ σκηνήν, ὁ δὲ Λεόντιος ἀλόγως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε.

τὸν δὲ Μεγαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος ὁ βασιλεύς, ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς.

οἱ δ οὐχ οἱο῀ν ὑπέμειναν, ἀλλ ἐπεμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἑώς ἂν τὸν μισθὸν ἐπιθῶσι τοῖς περὶ τὸν Ἄρατον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION