호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σπεύδων ὡς τάχιστα διανύσαι τὰς δυσχωρίας διὰ τὸ προσδοκᾶν τοὺς Αἰτωλοὺς ἐξάψεσθαι τῆς οὐραγίας, πιστεύοντας ταῖς ὀχυρότησι τῶν τόπων.? ὃ καὶ συνέβη γενέσθαι παρὰ πόδας.
οἱ γὰρ Αἰτωλοὶ προσβεβοηθηκότες καὶ συνηθροισμένοι σχεδὸν εἰς τρισχιλίους, ἑώς μὲν ὁ Φίλιππος ἦν ἐπὶ τῶν μετεώρων, οὐκ ἤγγιζον, ἀλλ ἔμενον ἔν τισι τόποις ἀδήλοις, Ἀλεξάνδρου τοῦ Τριχωνέως προεστῶτος αὐτῶν: ἅμα δὲ τῷ κινῆσαι τὴν οὐραγίαν ἐπέβαλον εὐθέως εἰς τὸν Θέρμον καὶ προσέκειντο τοῖς ἐσχάτοις. γινομένης δὲ ταραχῆς περὶ τὴν οὐραγίαν, ἔτι μᾶλλον ἐκθύμως οἱ παρὰ τῶν Αἰτωλῶν ἐπέκειντο καὶ προσέφερον τὰς χεῖρας, πιστεύοντες τοῖς τόποις.
ὁ δὲ Φίλιππος, προειδὼς τὸ μέλλον, ὑπό τινα λόφον ὑπεστάλκει τοὺς Ἰλλυριοὺς ἐν τῇ καταβάσει καὶ τῶν πελταστῶν τοὺς ἐπιτηδειοτάτους.
ὧν διαναστάντων ἐπὶ τοὺς ἐπικειμένους καὶ προπεπτωκότας τῶν ὑπεναντίων, τοὺς μὲν λοιποὺς τῶν Αἰτωλῶν ἀνοδίᾳ καὶ προτροπάδην συνέβη φυγεῖν, ἑκατὸν δὲ καὶ τριάκοντα πεσεῖν, ἁλῶναι δ οὐ πολὺ τούτων ἐλάττους.
γενομένου δὲ τοῦ προτερήματος τούτου, ταχέως οἱ περὶ τὴν οὐραγίαν, ἐμπρήσαντες τὸ Πάμφιον καὶ μετ ἀσφαλείας διελθόντες τὰ στενά, συνέμιξαν τοῖς Μακεδόσιν:
ὁ γὰρ Φίλιππος ἐστρατοπεδευκὼς περὶ τὴν Μέταπαν ἐνταυθοῖ προσανεδέχετο τοὺς ἀπὸ τῆς οὐραγίας.
εἰς δὲ τὴν ὑστεραίαν κατασκάψας τὴν Μέταπαν προῆγε, καὶ παρενέβαλε περὶ τὴν καλουμένην πόλιν Ἄκρας. τῇ δ ἑξῆς ἅμα προάγων ἐπόρθει τὴν χώραν, καὶ καταστρατοπεδεύσας περὶ Κωνώπην ἐπέμεινε τὴν ἐχομένην ἡμέραν.
τῇ δ ἐπιούσῃ πάλιν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν Ἀχελῷον ἑώς ἐπὶ τὸν Στράτον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기