호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε καὶ λίαν ἐπισφαλῆ καὶ στενὴν τὴν πάροδον εἶναι κατ ἐνίους τόπους, τῆς πάσης ἀναβάσεως οὔσης σχεδὸν ἐπὶ τριάκοντα στάδια.? ἧκε πολλῆς ὡρ´ας ἐπὶ τὸν Θέρμον, καὶ καταστρατοπεδεύσας ἐφῆκε τὴν δύναμιν τάς τε περιοικίδας κώμας πορθεῖν καὶ τὸ τῶν Θερμίων πεδίον ἐπιτρέχειν, ὁμοίως δὲ καὶ τὰς οἰκίας τὰς ἐν αὐτῷ τῷ Θέρμῳ διαρπάζειν, οὔσας πλήρεις οὐ μόνον σίτου καὶ τῆς τοιαύτης χορηγίας, ἀλλὰ καὶ κατασκευῆς διαφερούσης τῶν παρ Αἰτωλῶν.
καθ ἕκαστον γὰρ ἔτος ἀγοράς τε καὶ πανηγύρεις ἐπιφανεστάτας, ἔτι δὲ καὶ τὰς τῶν ἀρχαιρεσίων καταστάσεις ἐν τούτῳ τῷ τόπῳ συντελούντων, ἕκαστοι πρὸς τὰς ὑποδοχὰς καὶ τὰς εἰς ταῦτα παρασκευὰς τὰ πολυτελέστατα τῶν ἐν τοῖς βίοις ὑπαρχόντων εἰς τοῦτον ἀπετίθεντο τὸν τόπον.
χωρὶς δὲ τῆς χρείας καὶ τὴν ἀσφάλειαν ἤλπιζον ἐνταυθοῖ βεβαιοτάτην αὑτοῖς ὑπάρχειν, διὰ τὸ μήτε πολέμιον τετολμηκέναι μηδένα πώποτε εἰς τοὺς τόπους τούτους ἐμβαλεῖν, εἶναί τε τῇ φύσει τοιούτους ὥστε τῆς συμπάσης Αἰτωλίας οἱο῀ν ἀκροπόλεως ἔχειν τάξιν.
διότιπερ εἰρηνευομένης ἐκ παλαιοῦ τῆς χώρας πλήρεις ἦσαν ἀγαθῶν πολλῶν αἵ τε περὶ τὸ ἱερὸν οἰκίαι καὶ πάντες οἱ πέριξ τόποι.
ἐκείνην μὲν οὖν τὴν νύκτα παντοδαπῆς γέμοντες ὠφελείας αὐτοῦ κατηυλίσθησαν:
τῇ δ ἐπαύριον τῆς μὲν κατασκευῆς τὰ πολυτελέστατα καὶ τὰ δυνατὰ κομίζεσθαι διέλεγον, τὰ δὲ λοιπὰ σωρεύοντες πρὸ τῶν σκηνῶν ἐνεπίμπρασαν. ὁμοίως δὲ καὶ τῶν ὅπλων τῶν ἐν ταῖς στοαῖς ἀνακειμένων τὰ μὲν πολυτελῆ καθαιροῦντες ἀπεκόμιζον, τινὰ δ ὑπήλλαττον, τὰ δὲ λοιπὰ συναθροίσαντες πῦρ ἐνέβαλον.
ἦν δὲ ταῦτα πλείω τῶν μυρίων καὶ πεντακισχιλίων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기