- 텍스트

Polybius, Histories, book 2, chapter 71

(폴리비오스, Histories, book 2, chapter 71)

Τίνος δὲ χάριν ἐποιησάμεθα τὴν ἐπὶ πλεῖον ὑπὲρ τοῦ προειρημένου πολέμου μνήμην·? διότι τῶν καιρῶν τούτων συναπτόντων τοῖς ὑφ ὑμῶν ἱστορεῖσθαι μέλλουσι χρήσιμον ἐδόκει, μᾶλλον δ ἀναγκαῖον εἶναι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸ ποιῆσαι πᾶσιν ἐναργῆ καὶ γνώριμον τὴν ὑπάρχουσαν περὶ Μακεδόνας καὶ τοὺς Ἕλληνας τότε κατάστασιν.

περὶ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Πτολεμαίου νόσῳ τὸν βίον μεταλλάξαντος Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ διεδέξατο τὴν βασιλείαν.

μετήλλαξε δὲ καὶ Σέλευκος ὁ Σελεύκου τοῦ Καλλινίκου καὶ Πώγωνος ἐπικληθέντος:

Ἀντίοχος δὲ διεδέξατο τὴν ἐν Συρίᾳ βασιλείαν, ἀδελφὸς ὢν αὐτοῦ. παραπλήσιον γὰρ δή τι συνέβη τούτοις καὶ τοῖς πρώτοις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν κατασχοῦσι τὰς ἀρχὰς ταύτας, λέγω δὲ Σελεύκῳ, Πτολεμαίῳ, Λυσιμάχῳ.

ἐκεῖνοί τε γὰρ πάντες περὶ τὴν εἰκοστὴν καὶ τετάρτην πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα μετήλλαξαν, καθάπερ ἐπάνω προεῖπον, οὗτοί τε περὶ τὴν ἐνάτην καὶ τριακοστήν.

καὶ τὴν βύβλον ταύτην ἀφορίζειν ἀκολούθως τῇ τε τῶν προγεγονότων πραγμάτων περιγραφῇ καὶ τῇ τῶν κεχειρικότων τὰ πρὸ τοῦ δυναστῶν καταστροφῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION