- 텍스트

Polybius, Histories, book 2, chapter 55

(폴리비오스, Histories, book 2, chapter 55)

λαβὼν συνεργούς τινας τῶν ἐκ Μεσσήνης φυγάδων, οἳ διατρίβοντες ἐτύγχανον ἐν τῇ Μεγάλῃ πόλει, παρεισῆλθε διὰ τούτων λάθρᾳ νυκτὸς ἐντὸς τῶν τειχῶν.? τῆς δ ἡμέρας ἐπιγενομένης παρ ὀλίγον ἦλθε τοῦ μὴ μόνον ἐκπεσεῖν, ἀλλὰ καὶ τοῖς ὅλοις κινδυνεῦσαι διὰ τὴν εὐψυχίαν τῶν Μεγαλοπολιτῶν.

ὃ δὴ καὶ τρισὶ μησὶ πρότερον αὐτῷ συνέβη παθεῖν παρεισπεσόντι κατὰ τὸν Κωλαιὸν προσαγορευόμενον τόπον τῆς πόλεως.

τότε δὲ τῷ πλήθει τῆς δυνάμεως καὶ τῷ προκαταλαμβάνεσθαι τοὺς εὐκαίρους τόπους καθίκετο τῆς ἐπιβολῆς καὶ πέρας ἐκβαλὼν τοὺς Μεγαλοπολίτας κατέσχε τὴν πόλιν.

γενόμενος δ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδ ἐλπίσαι μηδένα διότι δύναιτ ἂν συνοικισθῆναι πάλιν.

τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων ἐλπίδων μήτε προδότην κατασκευάσασθαι.

τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν, Θεάρκης:

ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ σφίσι, γενέσθαι δ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION