- 텍스트

Polybius, Histories, book 2, chapter 45

(폴리비오스, Histories, book 2, chapter 45)

καὶ τότε παραπλησίαις ἐλπίσιν ἐπαρθέντες ἀπετόλμησαν Ἀντιγόνῳ τε τῷ κατ ἐκείνους τοὺς καιροὺς προεστῶτι Μακεδόνων, ἐπιτροπεύοντι δὲ Φιλίππου παιδὸς ὄντος, καὶ Κλεομένει τῷ βασιλεῖ Λακεδαιμονίων κοινωνεῖν καὶ συμπλέκειν ἀμφοτέροις ἅμα τὰς χεῖρας.? ὑπέλαβον, εἰ τοὺς Λακεδαιμονίους προσλαβόντες ἔτι κοινωνοὺς σφίσι τῆς ἐπιβολῆς προεμβιβάσαιεν εἰς τὴν πρὸς τὸ ἔθνος ἀπέχθειαν, ῥᾳδίως ἂν καταγωνίσασθαι τοὺς Ἀχαιοὺς ἐν καιρῷ συνεπιθέμενοι καὶ πανταχόθεν περιστήσαντες αὐτοῖς τὸν πόλεμον.

ὃ δὴ καὶ ταχέως ἂν ἐκ τῶν κατὰ λόγον ἐπετέλεσαν, εἰ μὴ τὸ κυριώτατον παρεῖδον τῆς προθέσεως, οὐ συλλογισάμενοι διότι ταῖς ἐπιβολαῖς Ἄρατον ἕξουσιν ἀνταγωνιστήν, ἄνδρα δυνάμενον πάσης εὐστοχεῖν περιστάσεως.

τοιγαροῦν ὁρμήσαντες ἐπὶ τὸ πολυπραγμονεῖν καὶ χειρῶν ἄρχειν ἀδίκων οὐχ οἱο῀ν ἤνυσάν τι τῶν ἐπινοηθέντων, ἀλλὰ τοὐναντίον καὶ τὸν Ἄρατον τότε προεστῶτα καὶ τὸ ἔθνος ἐσωματοποίησαν, πραγματικῶς ἀντιπερισπάσαντος ἐκείνου καὶ λυμηναμένου τὰς ἐπιβολὰς αὐτῶν.

ὡς δ ἐχειρίσθη τὰ ὅλα, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION