- 텍스트

Polybius, Histories, book 2, chapter 42

(폴리비오스, Histories, book 2, chapter 42)

Τίνος οὖν χάριν ἐπὶ τοὺς χρόνους τούτους ἀνέδραμον·? καθ ἣν προτείνοντες μὲν τὴν παρ αὑτοῖς ἰσηγορίαν καὶ παρρησίαν, πολεμοῦντες δὲ καὶ καταγωνιζόμενοι συνεχῶς τοὺς ἢ δι αὑτῶν ἢ διὰ τῶν βασιλέων τὰς σφετέρας πατρίδας καταδουλουμένους, τούτῳ τῷ τρόπῳ καὶ ταύτῃ τῇ προθέσει τοῦτο τοὔργον ἐπετέλεσαν, τὰ μὲν δι αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν συμμάχων.

καὶ γὰρ τὰ δι ἐκείνων συνεργήματα γεγονότα πρὸς τοῦτο τὸ μέρος ἐν τοῖς ἑξῆς χρόνοις ἐπὶ τὴν τῶν Ἀχαιῶν προαίρεσιν ἀνοιστέον.

ἀλλ ἀντὶ πάσης τῆς ἑαυτῶν φιλοτιμίας, ἣν παρείχοντο τοῖς συμμάχοις, ἀντικατηλλάττοντο τὴν ἑκάστων ἐλευθερίαν καὶ τὴν κοινὴν ὁμόνοιαν Πελοποννησίων.

σαφέστερον δ ὑπὲρ τούτων ἔσται διαλαμβάνειν ἐξ αὐτῶν τῶν περὶ τὰς πράξεις ἐνεργημάτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION