- 텍스트

Plutarch, Cleomenes, chapter 34

(플루타르코스, Cleomenes, chapter 34)

ναῦς μὲν οὖν αἰτῶν καὶ στρατιὰν ἀπεῖπε:? τοῦ μὲν βασιλέως οὐκ εἰσακούοντος, ἀλλ ἐν γυναιξὶ καὶ θιάσοις καὶ κώμοις συνέχοντος ἑαυτόν, ὁ δὲ τῶν ὅλων προεστηκὼς καὶ προβουλεύων Σωσίβιος μένοντα μὲν τὸν Κλεομένη παρὰ γνώμην ἡγεῖτο δυσμεταχείριστον εἶναι καὶ φοβερόν, ἀφεθέντα δὲ τολμηρὸν, ἄνδρα καὶ μεγαλοπράγμονα καὶ τῆς βασιλείας νοσούσης θεατὴν γεγενημένον.

οὐδὲ γὰρ αἱ δωρεαὶ κατεπράυνον αὐτόν, ἀλλ ὥσπερ τὸν Ἆπιν ἐν ἀφθόνοις διαιτώμενον καὶ τρυφᾶν δοκοῦντα τοῦ κατὰ φύσιν βίου καὶ δρόμων ἀφέτων καὶ σκιρτήσεων ἵμερος ἔχει, καὶ δῆλός ἐστι δυσανασχετῶν τὴν ἐν ταῖς χερσὶ τῶν ἱερέων διατριβήν, οὕτως ἐκεῖνον οὐδὲν ἤρεσκε τῶν μαλθακῶν, ἀλλὰ φθινύθεσκε φίλον κῆρ, ὥσπερ Ἀχιλλεύς, αὖθι μένων, ποθέεσκε δ ἀυτήν τε πτόλεμόν τε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION