- 텍스트

Plutarch, Cleomenes, chapter 19

(플루타르코스, Cleomenes, chapter 19)

ἑαλωκότος δὲ Ἄργους καὶ κατόπιν εὐθὺς προσθεμένων τῷ Κλεομένει Κλεωνῶν καὶ Φλιοῦντος, ἐτύγχανε μὲν ὁ Ἄρατος ἐν Κορίνθῳ ποιούμενός τινα τῶν λεγομένων λακωνίζειν ἐξέτασιν ἀγγελίας δὲ περὶ τούτων προσπεσούσης διαταραχθεὶς καὶ τήν πόλιν ἀποκλίνουσαν αἰσθόμενος πρὸς τόν Κλεομένη καὶ τῶν Ἀχαιῶν ἀπαλλαγῆναι βουλομένην, ἐκάλει μὲν εἰς τὸ βουλευτήριον τοὺς πολίτας, ἔλαθε δὲ διολισθὼν ἄχρι τῆς πύλης, ἐκεῖ δὲ τοῦ ἵππου προσαχθέντος ἀναβὰς ἔφυγεν εἰς Σικυῶνα.? τῶν δὲ Κορινθίων ἁμιλλωμένων εἰς Ἄργος πρὸς τόν Κλεομένη φησὶν ὁ Ἄρατος τοὺς ἵππους πάντας ῥαγῆναι, τόν δὲ Κλεομένη μέμφεσθαι τοὺς Κορινθίους μὴ συλλαβόντας αὐτόν, ἀλλ ἐάσαντας διαφυγεῖν οὐ μὴν ἀλλὰ καὶ πρὸς αὐτόν ἐλθεῖν Μεγιστόνουν παρὰ τοῦ Κλεομένους δεομένου παραλαβεῖν τὸν Ἀκροκόρινθον εἶχε γὰρ φρουρὰν Ἀχαιῶν καὶ πολλὰ χρήματα διδόντος:

ἀποκρίνασθαι δὲ αὐτόν ὡς οὐκ ἔχει τὰ πράγματα, μᾶλλον δὲ ὑπὸ τῶν πραγμάτων αὐτὸς ἔχεται: ταῦτα μὲν ὁ Ἄρατος γέγραφεν. ὁ δὲ Κλεομένης ἐκ τοῦ Ἄργους ἐπελθὼν καὶ προσαγαγόμενος Τροιζηνίους, Ἐπιδαυρίους, Ἑρμιονέας, ἧκεν εἰς Κόρινθον καὶ τήν μὲν ἄκραν περιεχαράκωσε, τῶν Ἀχαιῶν οὐ βουλομένων ἐκλιπεῖν, τοῦ δὲ Ἀράτου τοὺς φίλους καὶ τοὺς ἐπιτρόπους μεταπεμψάμενος ἐκέλευσε τήν οἰκίαν καὶ τὰ χρήματα λαβόντας φυλάττειν καὶ διοικεῖν.

Τριτύμαλλον δὲ πάλιν τόν Μεσσήνιον ἀπέστειλε πρὸς αὐτόν, ἀξιῶν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Λακεδαιμονίων ὁμοῦ φυλάττεσθαι τόν Ἀκροκόρινθον, ἰδίᾳ δὲ τῷ Ἀράτῳ διπλῆν ἐπαγγελλόμενος τήν σύνταξιν ἧς ἐλάμβανε παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἐπεὶ δὲ ὁ Ἄρατος οὐχ ὑπήκουσεν, ἀλλὰ τόν τε υἱὸν ἔπεμψε πρὸς τόν Ἀντίγονον μετὰ τῶν ἄλλων ὁμήρων καὶ ψηφίσασθαι τοὺς Ἀχαιοὺς ἔπεισεν Ἀντιγόνῳ παραδιδόναι τόν Ἀκροκόρινθον, οὕτως ὁ Κλεομένης τήν τε Σικυωνίαν ἐμβαλὼν ἐπόρθησε, καὶ τὰ χρήματα τοῦ Ἀράτου, τῶν Κορινθίων αὐτῷ ψηφισαμένων, δωρεὰν ἔλαβε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION