- 텍스트

Plutarch, Cleomenes, chapter 11

(플루타르코스, Cleomenes, chapter 11)

ἐκ τούτου πρῶτον μὲν αὐτὸς εἰς μέσον τὴν οὐσίαν ἔθηκε καὶ Μεγιστόνους ὁ πατρῳὸς αὐτοῦ καὶ τῶν ἄλλων φίλων ἕκαστος, ἔπειτα καὶ οἱ λοιποὶ πολῖται πάντες, ἡ δὲ χώρα διενεμήθη.? κλῆρον δὲ καὶ τῶν ὑπ αὐτοῦ γεγονότων φυγάδων ἀπένειμεν ἑκάστῳ, καὶ κατάξειν ἅπαντας ὡμολόγησε τῶν πραγμάτων ἐν ἡσυχίᾳ γενομένων. ἀναπληρώσας δὲ τὸ πολίτευμα τοῖς χαριεστάτοις τῶν περιοίκων ὁπλίτας τετρακισχιλίους ἐποίησε, καὶ διδάξας αὐτοὺς ἀντὶ δόρατος χρῆσθαι σαρίσῃ δι ἀμφοτέρων καὶ τὴν ἀσπίδα φορεῖν δι ὀχάνης, μὴ διὰ πόρπακος, ἐπὶ τὴν παιδείαν τῶν νέων ἐτράπη καὶ τὴν λεγομένην ἀγωγήν, ἧς τὰ πλεῖστα παρὼν ὁ Σφαῖρος αὐτῷ συγκαθίστη, ταχὺ τὸν προσήκοντα τῶν τε γυμνασίων καὶ τῶν συσσιτίων κόσμον ἀναλαμβανόντων, καὶ συστελλομένων ὀλίγων μὲν ὑπ ἀνάγκης, ἑκουσίως δὲ τῶν πλείστων εἰς τὴν εὐτελῆ καὶ Λακωνικὴν ἐκείνην δίαιταν.

ὅμως δὲ τὸ τῆς μοναρχίας ὄνομα παραμυθούμενος ἀπέδειξε μεθ ἑαυτοῦ βασιλέα τὸν ἀδελφὸν Εὐκλείδαν.

καὶ τότε μόνον Σπαρτιάταις ἐκ μιᾶς οἰκίας συνέβη δύο σχεῖν βασιλέας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION