호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ Λακεδαιμονίοις οὐ Φόβου μόνον, ἀλλὰ καί Θανάτου καί Γέλωτος καί τοιούτων ἄλλων παθημάτων ἱερά.? τιμῶσι δὲ τὸν Φόβον οὐχ ὥσπερ οὓς ἀποτρέπονται δαίμονας, ἡγούμενοι βλαβερόν, ἀλλὰ τὴν πολιτείαν μάλιστα συνέχεσθαι φόβῳ νομίζοντες. διὸ καί προεκήρυττον οἱ ἔφοροι τοῖς πολίταις εἰς τὴν ἀρχὴν εἰσιόντες, ὡς Ἀριστοτέλης φησί, κείρεσθαι τὸν μύστακα καὶ προσέχειν τοῖς νόμοις, ἵνα μὴ χαλεποὶ ὦσιν αὐτοῖς:
τὸ τοῦ μύστακος, οἶμαι, προτείνοντες, ὅπως καί περὶ τὰ μικρότατα τοὺς νέους πειθαρχεῖν ἐθίζωσι. καί τὴν ἀνδρείαν δέ μοι δοκοῦσιν οὐκ ἀφοβίαν, ἀλλὰ Φόβον ψόγου καί δέος ἀδοξίας οἱ παλαιοὶ νομίζειν.
οἱ γὰρ δειλότατοι πρὸς τοὺς νόμους θαρραλεώτατοι πρὸς τοὺς πολεμίους εἰσί καὶ τὸ παθεῖν ἥκιστα δεδίασιν οἱ μάλιστα φοβούμενοι τὸ κακῶς ἀκοῦσαι. διὸ καί καλῶς ὁ εἰπών: ἵνα γὰρ δέος, ἔνθα καί αἰδώς.
καί Ὅμηρος, αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρὲ, δεινός τε: καί σιγῇ δειδιότες σημάντορας. τὸ γὰρ αἰσχύνεσθαι μάλιστα συμβαίνει πρὸς οὓς καί τὸ δεδοικέναι τοῖς πολλοῖς, διὸ καί παρὰ τὸ τῶν ἐφόρων συσσίτιον τὸν Φόβον ἵδρυνται Λακεδαιμόνιοι, μοναρχίας ἐγγυτάτω κατασκευασάμενοι τὸ ἀρχεῖον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기