- 텍스트

Plutarch, Aratus, chapter 53

(플루타르코스, Aratus, chapter 53)

οὕτω δὲ αὐτοῦ τελευτήσαντος ἐν Αἰγίῳ τὸ ἑπτακαιδέκατον στρατηγοῦντος, καὶ τῶν Ἀχαιῶν φιλοτιμουμένων ἐκεῖ γενέσθαι ταφὰς καὶ μνήματα πρέποντα τῷ βίῳ τὸν ἀνδρός, Σικυώνιοι συμφορὰν ἐποιοῦντο μὴ παρ αὐτοῖς τεθῆναι τὸ σῶμα.? καὶ τοὺς μὲν Ἀχαιοὺς ἔπεισαν ἐφιέναι, νόμου δὲ ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν.

ἡ δὲ αὐτοῖς ἀναιρεῖ τὸν χρησμὸν τόνδε: βουλεύῃ, Σικυών, ζωάγριον αἰὲν Ἀράτου, ἀμφ ὁσίῃ θαλίῃ τε κατοιχομένοιο ἄνακτος· ὡς τὸ βαρυνόμενον τῷδ ἀνέρι καὶ τὸ βαρῦνον γαίης ἔστ ἀσέβημα καὶ οὐρανοῦ ἠδὲ θαλάσσης. κομισθείσης δὲ τῆς μαντείας οἵ τε Ἀχαιοὶ σύμπαντες ἥσθησαν, καὶ διαφερόντως οἱ Σικυώνιοι μεταβαλόντες εἰς ἑορτὴν τὸ πένθος εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι περίοπτον ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκήδευσαν.

καὶ καλεῖται μέχρι νῦν Ἀράτειον, καὶ θύουσιν αὐτῷ θυσίαν, τὴν μέν, ᾗ τὴν πόλιν ἀπήλλαξε τῆς τυραννίδος ἡμέρᾳ πέμπτῃ Δαισίου μηνός, ὃν Ἀθηναῖοι καλοῦσιν Ἀνθεστηριῶνα, καὶ τὴν θυσίαν ἐκείνην Σωτήρια προσαγορεύουσι, τὴν δὲ τοῦ μηνὸς ἐν ἡ γενέσθαι τὸν ἄνδρα διαμνημονεύουσι.

τῆς μὲν οὖν προτέρας ὁ τὸν Διὸς τοῦ Σωτῆρος κατήρχετο θυηπόλος, τῆς δὲ δευτέρας ὁ τὸν Ἀράτου, στρόφιον οὐχ ὁλόλευκον, ἀλλὰ μεσοπόρφυρον ἔχων, μέλη δὲ ᾔδετο πρὸς κιθάραν ὑπὸ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ συνεπόμπευεν ὁ γυμνασίαρχος ἡγούμενος τῶν τε παίδων καὶ τῶν ἐφήβων, εἶτα ἐφείπετο ἡ βουλὴ στεφανηφοροῦσα καὶ τῶν ἄλλων πολιτῶν ὁ βουλόμενος. ὧν ἔτι δείγματα μικρὰ ταῖς ἡμέραις ἐκείναις ἐξοσιούμενοι διαφυλάττουσιν αἱ δὲ πλεῖσται τῶν τιμῶν ὑπὸ χρόνου καὶ πραγμάτων ἄλλων ἐκλελοίπασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION