- 텍스트

Plutarch, Aratus, chapter 52

(플루타르코스, Aratus, chapter 52)

ὅτι γὰρ ἦν μεμιγμένον αἰσχύνῃ καὶ φόβῳ τὸ πρὸς τὸν Ἄρατον αὐτοῦ πάθος ἀπ ἀρχῆς συντεθραμμένον, ἐδήλωσεν οἷς ἔπραξε περὶ αὐτόν, ἐπιθυμῶν γὰρ ἀνελεῖν τὸν ἄνδρα καὶ νομίζων οὐδ ἂν ἐλεύθερος ἐκείνου ζῶντος εἶναι, μή τί γε τύραννος ἢ βασιλεύς, βίᾳ.? μὲν οὐδὲν ἐπεχείρησε, Ταυρίωνα δὲ τῶν στρατηγῶν τινα καὶ φίλων ἐκέλευσεν ἀδήλῳ τρόπῳ τοῦτο πρᾶξαι, μάλιστα διὰ φαρμάκων, αὐτοῦ μὴ παρόντος, ὁ δὲ ποιησάμενος τὸν Ἄρατον συνήθη φάρμακον αὐτῷ δίδωσιν, οὐκ ὀξὺ καὶ σφοδρόν, ἀλλὰ τῶν θέρμας τε μαλακὰς τὸ πρῶτον ἐν τῷ σώματι καὶ βῆχα κινούντων ἀμβλεῖαν, εἶτα οὕτως κατὰ μικρὸν εἰς φθορὰν περαινόντων. οὐ μὴν ἔλαθέ γε τὸνἌρατον ἀλλ ὡς οὐδὲν ἦν ὄφελος ἐλέγχοντι, πράως καὶ σιωπῇ τὸ πάθος, ὡς δή τινα νόσον κοινὴν καὶ συνήθη νοσῶν, διήντλει.

"ὦ Κεφάλων, ἐπίχειρα τῆς βασιλικῆς φιλίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION