호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Φίλιππος ἐκείνῳ μὲν οὐδὲν ἀντεῖπε, καίπερ ἐπίδοξος ὢν, ὑπ ὀργῆς καὶ πολλάκις ἐξυλακτήσας λέγοντος αὐτοῦ, τὸν δὲ πρεσβύτερον, ὡς ἐνηνοχὼς πράως τὰ λεχθέντα καί τις ὢν μέτριος καὶ πολιτικὸς τὴν φύσιν, ἀνέστησεν ἐκ τοῦ θεάτρου τὴν δεξιὰν ἐμβαλὼν, καὶ προσῆγεν εἰς τὸν Ἰθωμάταν τῷ τε Διὶ θύσων καὶ θεωρήσων τὸν τόπον, ἔστι γὰρ οὐχ ἧττον εὐερκὴς τοῦ Ἀκροκορίνθου, καὶ λαβὼν φρουρὰν γίνεται χαλεπὸς καὶ δυσεκβίαστος τοῖς παροικοῦσιν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기