- 텍스트

Plutarch, Aratus, chapter 42

(플루타르코스, Aratus, chapter 42)

οἱ μὲν οὖν Ἀχαιοὶ συνεληλυθότες εἰς Αἴγιον ἐκεῖ τὸν Ἄρατον ἐκάλουν.? ἦν δὲ κίνδυνος, τοῦ Κλεομένους πρὸς τῇ πόλει στρατοπεδεύοντος, διελθεῖν. καὶ κατεῖχον οἱ πολῖται, δεόμενοι καὶ προήσεσθαι τὸ σῶμα τῶν πολεμίων ἐγγὺς ὄντων οὐ φάσκοντες: ἐξήρτηντο δὲ αὐτοῦ καὶ γυναῖκες ἤδη καὶ παῖδες ὥσπερ πατρὸς κοινοῦ καὶ σωτῆρος περιεχόμενοι καὶ δακρύοντες. οὐ μὴν ἀλλὰ θαρρύνας καὶ παραμυθησάμενος αὐτούς ἐξίππευσεν ἐπὶ τὴν θάλατταν, ἔχων δέκα φίλους καὶ τὸν υἱὸν ἤδη νεανίαν ὄντα:

καὶ παρορμούντων ἐκεῖ πλοίων, ἐπιβάντες εἰς Αἴγιον παρεκομίσθησαν ἐπὶ τὴν ἐκκλησίαν, ἐν ᾗ καλεῖν τὸν Ἀντίγονον ἐψηφίσαντο καὶ παραδιδόναι τὸν Ἀκροκόρινθον. ἔπεμψε δὲ καὶ τὸν υἱὸν Ἄρατος πρὸς αὐτὸν μετὰ τῶν ἄλλων ὁμήρων, ἐφ οἷς οἱ Κορίνθιοι χαλεπῶς φέροντες τά τε χρήματα διήρπασαν αὐτοῦ καὶ τὴν οἰκίαν τῷ Κλεομένει δωρεὰν ἔδωκαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION