Plutarch, Aratus, chapter 40 3:

(플루타르코스, Aratus, chapter 40 3:)

ὁ δὲ ἧκε μὲν αὐτὸσ ἐφελκόμενοσ τὸν ἵππον ὡσ οὐκ ἀπιστῶν οὐδὲ ὑποπτεύων, ἀναπηδησάντων δὲ πολλῶν καὶ λοιδορουμένων αὐτῷ καὶ κατηγορούντων εὖ πωσ καθεστῶτι τῷ προσώπῳ καὶ τῷ λόγῳ πράωσ ἐκέλευε καθίσαι καὶ μὴ βοᾶν ἀτάκτωσ ἑστῶτασ, ἀλλὰ καὶ τοὺσ περὶ θύρασ ὄντασ εἴσω παριέναι· καὶ ταῦθ’ ἅμα λέγων ὑπεξῄει βάδην ὡσ παραδώσων τινὶ τὸν ἵππον.

SEARCH

MENU NAVIGATION