호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλὰ τῶν ψιλῶν ἐκδραμόντων καὶ ὠσαμένων τοὺς Σπαρτιάτας ἄχρι τὸν στρατοπέδου καὶ περὶ τὰς σκηνὰς διασπαρέντων, ὁ μὲν Ἄρατος οὐδ ὥς ἐπήγαγεν, ἀλλ ἐν μέσῳ λαβὼν χαράδραν ἐπέστησε καὶ κατεκώλυσε διαβῆναι τοὺς ὁπλίτας:? ὁ δὲ Λυδιάδης περιπαθῶν πρὸς τὰ γιγνόμενα καὶ τὸν Ἄρατον κακίζων ἀνεκαλεῖτο τοὺς ἱππεῖς ὡς αὑτόν, ἀξιῶν ἐπιφανῆναι τοῖς διώκουσι καὶ μὴ προέσθαι τὸ νίκημα μηδὲ ἐγκαταλιπεῖν αὑτόν ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον. πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν ἐπιρρωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος, οἱ δ ἄλλοι φεύγοντες εἰς τὴν φάλαγγα καὶ συνταράξαντες τοὺς ὁπλίτας ὅλον τὸ στράτευμα τῆς ἥττης ἐνέπλησαν.
αἰτίαν δὲ μεγάλην ὁ Ἄρατος ἔλαβε δόξας προέσθαι τὸν Λυδιάδην:
καὶ βιασθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἀπερχομένων πρὸς ὀργήν ἠκολούθησεν αὐτοῖς εἰς Αἴγιον. ἐκεῖ δὲ συνελθόντες ἐψηφίσαντο μὴ διδόναι χρήματα αὐτῷ μηδὲ μισθοφόρους τρέφειν ἀλλ αὑτῷ πορίζειν, εἰ δέοιτο πολεμεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기