호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα δὴ μάλιστα φανερὰν ἐποίησαν οἱ σύνεδροι τῶν Ἀχαιῶν τὴν πρὸσ τὸν Ἄρατον εὔνοιαν καὶ πίστιν. ἀντειπόντοσ μὲν γὰρ αὐτοῦ δι’ ὀργήν ἀπήλασαν τοὺσ περὶ τὸν Ἀριστόμαχον ἐπεὶ δὲ συμπεισθεὶσ πάλιν αὐτὸσ ἤρξατο περὶ αὐτῶν διαλέγεσθαι παρὼν, πάντα ταχέωσ καὶ προθύμωσ ἐψηφίσαντο, καὶ προσεδέξαντο μὲν τοὺσ Ἀργείουσ καὶ Φλιασίουσ εἰσ τὴν πολιτείαν, ἐνιαυτῷ δὲ ὕστερον καὶ τὸν Ἀριστόμαχον εἵλοντο στρατηγόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기