- 텍스트

Plutarch, Aratus, chapter 29 1:

(플루타르코스, Aratus, chapter 29 1:)

ὀλίγῳ δὲ ὕστερον ἀκούσας τὸν Ἀρίστιππον ἐπιβουλεύειν μὲν ταῖς Κλεωναῖς, φοβεῖσθαι δὲ ἐκεῖνον ἐν Κορίνθῳ καθεζόμενον, ἤθροισεν ἐκ παραγγέλματος στρατείαν.? καὶ σιτία κελεύσας πλειόνων ἡμερῶν κομίζειν εἰς Κεγχρεὰς κατῆλθεν, ἐκκαλούμενος δι ἀπάτης τὸν Ἀρίστιππον ὡς αὐτοῦ μὴ παρόντος ἐπιθέσθαι τοῖς Κλεωναίοις ὃ καὶ συνέβη, παρῆν γὰρ εὐθὺς ἐξ Ἄργους ἔχων τὴν δύναμιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION