호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἄρατος ἐκείνοις μὲν ἑξήκοντα τάλαντα δώσειν κατορθώσας ὡμολόγησεν, ἢν δὲ ἀποτύχῃ, σωθῇ δὲ μετ ἐκείνων, οἰκίαν ἑκατέρῳ καὶ τάλαντον.? ἐπεὶ δὲ ἔδει παρὰ τῷ Αἰγίᾳ τὰ ἑξήκοντα τάλαντα κεῖσθαι τοῖς περὶ τὸν Ἐργῖνον, ὁ δὲ Ἄρατος οὔτε αὐτὸς εἶχεν οὔτε ἐβούλετο δανειζόμενος αἴσθησιν ἑτέρῳ τῆς πράξεως παρασχεῖν, λαβὼν τῶν ἐκπωμάτων τὰ πολλὰ καὶ τὰ χρυσία τῆς γυναικὸς ὑπέθηκε τῷ Αἰγίᾳ πρὸς τὸ ἀργύριον. οὕτω γὰρ ἐπῆρτο τῇ ψυχῇ καὶ τοσοῦτον ἔρωτα τῶν καλῶν πράξεων εἶχεν, ὥστε τὸν Φωκίωνα καὶ τὸν Ἐπαμεινώνδαν ἐπιστάμενος Ἑλλήνων δικαιοτάτους καὶ κρατίστους γεγονέναι δοκοῦντας ἐπὶ τῷ διώσασθαι δωρεὰς μεγάλας καὶ μὴ προέσθαι χρημάτων τὸ καλόν, αὐτὸς εἰς ταῦτα δαπανᾶσθαι κρύφα καὶ προεισφέρειν, ἐν οἷς ἐκινδύνευε μόνος ὑπὲρ πάντων οὐδὲ εἰδότων τὰ πραττόμενα, ᾑρεῖτο.
τίς γὰρ οὐκ ἂν θαυμάσειε καὶ συναγωνίσαιτο ἔτι νῦν τῇ μεγαλοψυχίᾳ τοῦ ἀνδρός, ὠνουμένου χρημάτων τοσούτων κίνδυνον τηλικοῦτον, καὶ τὰ τιμιώτατα δοκοῦντα τῶν κτημάτων ὑποτιθέντος, ὅπως παρεισαχθεὶς νυκτὸς εἰς τοὺς πολεμίους διαγωνίσηται περὶ τῆς ψυχῆς, ἐνέχυρον λαβὼν τὴν ἐλπίδα τοῦ καλοῦ παρ αὐτῶν, ἄλλο δὲ οὐδέν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기