호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα διαπραξάμενος ὁ Ἄρατος τοῦ μὲν πολιτικοῦ φθόνου μείζων ἐγεγόνει διὰ τὰς χάριτας, Ἀντίγονος δ ὁ βασιλεὺς ἀνιώμενος ἐπ αὐτῷ καὶ βουλόμενος ἢ μετάγειν ὅλως τῇ φιλίᾳ πρὸς αὑτὸν ἢ διαβάλλειν πρὸς τὸν Πτολεμαῖον, ἄλλας τε φιλανθρωπίας ἐνεδείκνυτο μὴ πάνυ προσιεμένῳ, καὶ θύων θεοῖς ἐν Κορίνθῳ μερίδας εἰς Σικυῶνα τῷ Ἀράτῳ διέπεμπε.? "τὸν Σικυώνιον τοῦτον νεανίσκον ἐλευθέριον εἶναι τῇ φύσει μόνον καὶ φιλοπολίτην:
"ὁ δὲ καὶ βίων ἐοίκε καὶ πραγμάτων βασιλικῶν ἱκανὸς εἶναι κριτής, πρότερον γὰρ ἡμᾶς ὑπερεώρα ταῖς ἐλπίσιν ἔξω βλέπων καὶ τὸν Αἰγύπτιον ἐθαύμαζε πλοῦτον, ἐλέφαντας καὶ στόλους καὶ αὐλὰς ἀκούων, νυνὶ δὲ ὑπὸ σκηνὴν ἑωρακὼς πάντα τὰ ἐκεῖ πράγματα τραγῳδίαν ὄντα καὶ σκηνογραφίαν ὅλος ἡμῖν προσκεχώρηκεν. "αὐτός τε οὖν ἀποδέχομαι τὸ μειράκιον ἐγνωκὼς εἰς ἅπαντα χρῆσθαι, καὶ ὑμᾶς ἀξιῶ φίλον νομίζειν. τούτους τοὺς λόγους ὑπόθεσιν λαβόντες οἱ φθονεροὶ καὶ κακοήθεις διημιλλῶντο ταῖς ἐπιστολαῖς ἀλλήλοις, πολλὰ καὶ δυσχερῆ κατὰ τοῦ Ἀράτου τῷ Πτολεμαίῳ γράφοντες, ὥστε κἀκεῖνον ἐγκαλοῦντα πέμψαι.
ταῖς μὲν οὖν περιμαχήτοις καὶ διαπύροις τοξευομέναις ἔρωσι φιλίαις βασιλέων καὶ τυράννων τοσοῦτον προσῆν φθόνου καὶ κακοηθείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기