Plutarch, Aratus, chapter 13 3:

(플루타르코스, Aratus, chapter 13 3:)

τὸν οὖν ζωγράφον Νεάλκη φίλον ὄντα τοῦ Ἀράτου παραιτεῖσθαί φασι καὶ δακρύειν, ὡσ δ’ οὐκ ἔπειθεν, εἰπεῖν ὅτι τοῖσ τυράννοισ πολεμητέον, οὐ τοῖσ τῶν τυράννων. ἐπιτρέψαντοσ οὖν τοῦ Ἀράτου διήλειψεν ὁ Νεάλκησ τὸν Ἀρίστρατον, εἰσ δὲ τὴν χώραν φοίνικα μόνον ἐνέγραψεν, ἄλλο δὲ οὐδὲν ἐτόλμησε παραβαλεῖν. τοὺσ δὲ πόδασ ἐξαλειφομένου τοῦ Ἀριστράτου διαλαθεῖν ὑπὸ τὸ ἁρ́μα λέγουσιν.

SEARCH

MENU NAVIGATION