- 텍스트

Plutarch, Aratus, chapter 10 3:

(플루타르코스, Aratus, chapter 10 3:)

διὸ καὶ πολλὰ τῶν ἀνελπίστων κατορθώσας ἐν οἷς ἐτόλμησεν, οὐκ ἐλάττονα δοκεῖ τῶν δυνατῶν ἐγκαταλιπεῖν δι εὐλάβειαν.? οὐ γὰρ μόνον, ὡς ἐοίκε, θηρίων τινῶν ὄψεις ἐνεργοὶ διὰ σκότους οὖσαι μεθ ἡμέραν ἀποτυφλοῦνται ξηρότητι καὶ λεπτότητι τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος μὴ φερούσης τὴν πρὸς τὸ φῶς σύγκρασιν, ἀλλὰ καὶ δεινότης τίς ἐστιν ἀνθρώπου καὶ σύνεσις ἐν τοῖς ὑπαίθροις καὶ διακεκηρυγμένοις εὐτάρακτος φύσει, πρὸς δὲ τὰς ἐπικρύφους καὶ λαθραίους ἀναθαρσοῦσα πράξεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION