호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παροιμίαν τινὰ παλαιὰν, ὦ Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος, οὐχ ὃν ἔχει τρόπον, ἀλλ ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι, διατίθεται, τίς πατέρ αἰνήσει, εὶ μὴ εὐδαίμονες υἱοί·? Διονυσόδωρος δὲ ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν τίς πατέρ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기