호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τοῦ Διονύσου τὸ ἱερόν ἐστιν Ἀφροδίτησ ναόσ, ἄγαλμα δὲ ἐλέφαντοσ Ἀφροδίτη πεποιημένον Πρᾶξισ ἐπίκλησιν. τοῦτό ἐστιν ἀρχαιότατον ἐν τῷ ναῷ· Πειθὼ δὲ καὶ ἑτέρα θεόσ, ἣν Παρήγορον ὀνομάζουσιν, ἔργα Πραξιτέλουσ· Σκόπα δὲ Ἔρωσ καὶ Ἵμεροσ καὶ Πόθοσ, εἰ δὴ διάφορά ἐστι κατὰ ταὐτὸ τοῖσ ὀνόμασι καὶ τὰ ἔργα σφίσι. πλησίον δὲ τοῦ τῆσ Ἀφροδίτησ ναοῦ Τύχησ ἐστὶν ἱερόν, Πραξιτέλουσ καὶ αὕτη τέχνη· καὶ ἐν τῷ ναῷ τῷ πλησίον Μούσασ καὶ χαλκοῦν Δία ἐποίησε Λύσιπποσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기