호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενομένησ δὲ Ἐλευσινίοισ μάχησ πρὸσ Ἀθηναίουσ ἀπέθανε μὲν Ἐρεχθεὺσ Ἀθηναίων βασιλεύσ, ἀπέθανε δὲ Ἰμμάραδοσ Εὐμόλπου· καταλύονται δὲ ἐπὶ τοῖσδε τὸν πόλεμον, ὡσ Ἐλευσινίουσ ἐσ τὰ ἄλλα Ἀθηναίων κατηκόουσ ὄντασ ἰδίᾳ τελεῖν τὴν τελετήν. τὰ δὲ ἱερὰ τοῖν θεοῖν Εὔμολποσ καὶ αἱ θυγατέρεσ δρῶσιν αἱ Κελεοῦ, καλοῦσι δὲ σφᾶσ Πάμφωσ τε κατὰ ταὐτὰ καὶ Ὅμηροσ Διογένειαν καὶ Παμμερόπην καὶ τρίτην Σαισάραν· τελευτήσαντοσ δὲ Εὐμόλπου Κήρυξ νεώτεροσ λείπεται τῶν παίδων, ὃν αὐτοὶ Κήρυκεσ θυγατρὸσ Κέκροποσ Ἀγλαύρου καὶ Ἑρμοῦ παῖδα εἶναι λέγουσιν, ἀλλ’ οὐκ Εὐμόλπου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기