호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ καὶ ἐξ Αἰγύπτου καὶ Μυσίασ καὶ παρὰ τῶν Κρητῶν τὰ πολλὰ ὑστέριζον αἱ βοήθειαι, Ῥόδιοι δὲ μόναισ ναυσὶν ἰσχύοντεσ πρὸσ ὁπλίτασ τοὺσ Μακεδόνασ οὐ μεγάλα ὠφέλουν, ἐνταῦθα Κηφισόδωροσ ἐσ Ἰταλίαν σὺν ἄλλοισ Ἀθηναίων πλεύσασ ἱκέτευεν ἀμῦναι Ῥωμαίουσ· οἱ δέ σφισι δύναμιν καὶ στρατηγὸν πέμπουσιν, οἳ τὰ Φιλίππου καὶ Μακεδόνων ἐσ τοσοῦτο καθεῖλον ὡσ ὕστερον Περσέα τὸν Φιλίππου τήν τε ἀρχὴν ἀποβαλεῖν καὶ αὐτὸν αἰχμάλωτον ἐσ Ἰταλίαν ἀχθῆναι. Φίλιπποσ δὲ ἦν οὗτοσ ὁ Δημητρίου· πρῶτοσ γὰρ ταύτησ τῆσ οἰκίασ ἔσχε Δημήτριοσ τὴν Μακεδόνων ἀρχὴν ἀποκτείνασ Ἀλέξανδρον τὸν Κασσάνδρου παῖδα, ὡσ τὰ πρότερον ἔχει μοι τοῦ λόγου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기