호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μάγνησι τοῖσ ἐπὶ Ληθαίῳ Πρωτοφάνησ τῶν ἀστῶν ἀνείλετο ἐν Ὀλυμπίᾳ νίκασ ἡμέρᾳ μιᾷ παγκρατίου καὶ πάλησ· τούτου λῃσταὶ κερδανεῖν πού τι δοκοῦντεσ ἐσῆλθον ἐσ τὸν τάφον, ἐπὶ δὲ τοῖσ λῃσταῖσ ἐσῄεσαν ἤδη θεασόμενοι τὸν νεκρὸν τὰσ πλευρὰσ οὐκ ἔχοντα διεστώσασ, ἄλλά οἱ συμφυὲσ ἦν ὅσον ἀπ’ ὤμων ἐσ τὰσ ἐλαχίστασ πλευράσ, καλουμένασ δὲ ὑπὸ τῶν ἰατρῶν νόθασ. ἔστι δὲ Μιλησίοισ πρὸ τῆσ πόλεωσ Λάδη νῆσοσ, ἀπερρώγασι δὲ ἀπ’ αὐτῆσ νησῖδεσ· Ἀστερίου τὴν ἑτέραν ὀνομάζουσι καὶ τὸν Ἀστέριον ἐν αὐτῇ ταφῆναι λέγουσιν, εἶναι δὲ Ἀστέριον μὲν Ἄνακτοσ, Ἄνακτα δὲ Γῆσ παῖδα· ἔχει δ’ οὖν ὁ νεκρὸσ οὐδέν τι μεῖον πηχῶν δέκα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기