Pausanias, Description of Greece, Ἀττικά, chapter 34 4:

(파우사니아스, Description of Greece, Ἀττικά, chapter 34 4:)

θεὸν δὲ Ἀμφιάραον πρώτοισ Ὠρωπίοισ κατέστη νομίζειν, ὕστερον δὲ καὶ οἱ πάντεσ Ἕλληνεσ ἥγηνται. καταλέξαι δὲ καὶ ἄλλουσ ἔχω γενομένουσ τότε ἀνθρώπουσ, οἳ θεῶν <παρ’> Ἕλλησι τιμὰσ ἔχουσι, τοῖσ δὲ καὶ ἀνάκεινται πόλεισ, Ἐλεοῦσ ἐν Χερρονήσῳ Πρωτεσιλάῳ, Λεβάδεια Βοιωτῶν Τροφωνίῳ· καὶ Ὠρωπίοισ ναόσ τέ ἐστιν Ἀμφιαράου καὶ ἄγαλμα λευκοῦ λίθου.

SEARCH

MENU NAVIGATION