호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γεγραμμένοι δέ εἰσιν οἵ τε στρατηγοὶ πλὴν Νικίου, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖσ ἀστοῖσ Πλαταιεῖσ· Νικίασ δὲ ἐπὶ τῷδε παρείθη, γράφω δὲ οὐδὲν διάφορα ἢ Φίλιστοσ, ὃσ ἔφη Δημοσθένην μὲν σπονδὰσ ποιήσασθαι τοῖσ ἄλλοισ πλὴν αὑτοῦ καὶ ὡσ ἡλίσκετο αὑτὸν ἐπιχειρεῖν ἀποκτεῖναι, Νικίᾳ δὲ τὴν παράδοσιν ἐθελοντῇ γενέσθαι· τούτων ἕνεκα οὐκ ἐνεγράφη Νικίασ τῇ στήλῃ, καταγνωσθεὶσ αἰχμάλωτοσ ἐθελοντὴσ εἶναι καὶ οὐκ ἀνὴρ πολέμῳ πρέπων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기