호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τούτῳ λέγουσιν, ἡνίκα Διόνυσοσ ἦλθεν ἐσ τὴν γῆν, ἀναπαύσασθαι τὸν Σιληνόν. τοὺσ γὰρ ἡλικίᾳ τῶν Σατύρων προήκοντασ ὀνομάζουσι Σιληνούσ· περὶ δὲ Σατύρων, οἵτινέσ εἰσιν, ἑτέρου πλέον ἐθέλων ἐπίστασθαι πολλοῖσ αὐτῶν τούτων ἕνεκα ἐσ λόγουσ ἦλθον. ἔφη δὲ Εὔφημοσ Κὰρ ἀνὴρ πλέων ἐσ Ἰταλίαν ἁμαρτεῖν ὑπὸ ἀνέμων τοῦ πλοῦ καὶ ἐσ τὴν ἔξω θάλασσαν, ἐσ ἣν οὐκέτι πλέουσιν, ἐξενεχθῆναι. νήσουσ δὲ εἶναι μὲν ἔλεγεν ἐρήμουσ πολλάσ, ἐν δὲ ἄλλαισ οἰκεῖν ἄνδρασ ἀγρίουσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기