호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πλησίον δέ ἐστι Διιτρέφουσ χαλκοῦσ ἀνδριὰσ ὀιστοῖσ βεβλημένοσ. οὗτοσ ὁ Διιτρέφησ ἄλλα τε ἔπραξεν ὁπόσα λέγουσιν Ἀθηναῖοι καὶ Θρᾷκασ μισθωτοὺσ ἀφικομένουσ ὕστερον ἢ Δημοσθένησ ἐσ Συρακούσασ ἐξέπλευσε, τούτουσ ὡσ ὑστέρησαν ὁ Διιτρέφησ ἀπῆγεν ὀπίσω. καὶ δὴ κατὰ τὸν Χαλκιδικὸν ἔσχεν Εὔριπον, ἔνθα Βοιωτῶν ἐν μεσογαίᾳ πόλισ Μυκαλησσὸσ ἦν· ταύτην ἐπαναβὰσ ἐκ θαλάσσησ ὁ Λιιτρέφησ εἷλε. Μυκαλησσίων δὲ οὐ μόνον τὸ μάχιμον οἱ Θρᾷκεσ ἀλλὰ καὶ γυναῖκασ ἐφόνευσαν καὶ παῖδασ. μαρτυρεῖ δέ μοι· Βοιωτῶν γὰρ ὅσουσ ἀνέστησαν Θηβαῖοι, ᾠκοῦντο αἱ πόλεισ ἐπ’ ἐμοῦ, διαφυγόντων ὑπὸ τὴν ἅλωσιν τῶν ἀνθρώπων· εἰ δὲ καὶ Μυκαλησσίοισ οἱ βάρβαροι μὴ πᾶσιν ἀποκτείναντεσ ἐπεξῆλθον, ὕστερον ἂν τὴν πόλιν ἀπέλαβον οἱ λειφθέντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기