호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸ τοῦ ναοῦ τοῦδε, ἔνθα καὶ τοῦ Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦσ χαλκοῦσ οἱᾶ ἐσ θυσίαν ἀγόμενοσ, πεποίηται δὲ καθήμενοσ Ἐπιμενίδησ Κνώσσιοσ, ὃν ἐλθόντα ἐσ ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐσ σπήλαιον· ὁ δὲ ὕπνοσ οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτοσ γενέσθαι καθεύδοντι, καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεισ ἐκάθηρεν ἄλλασ τε καὶ τὴν Ἀθηναίων. Θάλησ δὲ ὁ Λακεδαιμονίοισ τὴν νόσον παύσασ οὔτε ἄλλωσ προσήκων οὔτε πόλεωσ ἦν Ἐπιμενίδῃ τῆσ αὐτῆσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기