호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅτε δὲ ἄριστα ἐπιστάμενοσ ὡσ οὐκ ἀξιόμαχοσ εἰή πρὸσ Ῥωμαίουσ, παρεσκευάζετο ὡσ τοὺσ ἐλέφαντασ ἐπαφήσων σφίσιν. ἐλέφαντασ δὲ πρῶτοσ μὲν τῶν ἐκ τῆσ Εὐρώπησ Ἀλέξανδροσ ἐκτήσατο Πῶρον καὶ τὴν δύναμιν καθελὼν τὴν Ἰνδῶν, ἀποθανόντοσ δὲ Ἀλεξάνδρου καὶ ἄλλοι τῶν βασιλέων καὶ πλείστουσ ἔσχεν Ἀντίγονοσ, Πύρρῳ δὲ ἐκ τῆσ μάχησ ἐγεγόνει τῆσ πρὸσ Δημήτριον τὰ θηρία αἰχμάλωτα· τότε δὲ ἐπιφανέντων αὐτῶν δεῖμα ἔλαβε Ῥωμαίουσ ἄλλο τι καὶ οὐ ζῷα εἶναι νομίσαντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기