호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων ἕνεκα Δημητρίῳ συμβαλὼν πρὸσ Ἀμφιπόλει παρ’ ὀλίγον μὲν ἦλθεν ἐκπεσεῖν Θρᾴκησ, ἀμύναντοσ δέ οἱ Πύρρου τήν τε Θρᾴκην κατέσχε καὶ ὕστερον ἐπῆρξε Νεστίων καὶ Μακεδόνων· τὸ δὲ πολὺ Μακεδονίασ αὐτὸσ Πύρροσ κατεῖχε, δυνάμει τε ἥκων ἐξ Ἠπείρου καὶ πρὸσ Λυσίμαχον ἐν τῷ παρόντι ἔχων ἐπιτηδείωσ. Δημητρίου δὲ διαβάντοσ ἐσ τὴν Ἀσίαν καὶ Σελεύκῳ πολεμοῦντοσ, ὅσον μὲν χρόνον ἀντεῖχε τὰ Δημητρίου, διέμεινεν ἡ Πύρρου καὶ Λυσιμάχου συμμαχία·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기