호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Περγαμηνοῖσ δὲ ἔστι μὲν σκῦλα ἀπὸ Γαλατῶν, ἔστι δὲ γραφὴ τὸ ἔργον <τὸ> πρὸσ Γαλάτασ ἔχουσα. ἣν δὲ νέμονται οἱ Περγαμηνοί, Καβείρων ἱεράν φασιν εἶναι τὸ ἀρχαῖον· αὐτοὶ δὲ Ἀρκάδεσ ἐθέλουσιν εἶναι τῶν ὁμοῦ Τηλέφῳ διαβάντων ἐσ τὴν Ἀσίαν. πολέμων δὲ τῶν μὲν ἄλλων, εἰ δή τινασ ἐπολέμησαν, οὐκ ἐσ ἅπαντασ κεχώρηκεν ἡ φήμη· τρία δὲ γνωριμώτατα ἐξείργασταί σφισι, τῆσ τε Ἀσίασ ἀρχὴ τῆσ κάτω καὶ ἡ Γαλατῶν ἀπ’ αὐτῆσ ἀναχώρησισ καὶ τὸ ἐσ τοὺσ σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνεσ ἁμαρτόντεσ Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡσ γῆν τὴν Τρῳάδα. ἐπάνειμι δὲ ἐσ τὴν ἀρχὴν ὅθεν ἐξέβην τοῦ λόγου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기