호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρόνῳ δὲ ὕστερον οἱ Πέργαμον ἔχοντεσ, πάλαι δὲ Τευθρανίαν καλουμένην, ἐσ ταύτην Γαλάτασ ἐλαύνουσιν ἀπὸ θαλάσσησ. οὗτοι μὲν δὴ τὴν ἐκτὸσ Σαγγαρίου χώραν ἔσχον Ἄγκυραν πόλιν ἑλόντεσ Φρυγῶν, ἣν Μίδασ ὁ Γορδίου πρότερον ᾤκισεν ‐ ἄγκυρα δέ, ἣν ὁ Μίδασ ἀνεῦρεν, ἦν ἔτι καὶ ἐσ ἐμὲ ἐν ἱερῷ Διὸσ καὶ κρήνη Μίδου καλουμένη· ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ ‐ , ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον καὶ Πεσσινοῦντα <τὴν> ὑπὸ τὸ ὄροσ τὴν Ἄγδιστιν, ἔνθα καὶ τὸν Ἄττην τεθάφθαι λέγουσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기