호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δὲ διὰ ταῦτ’ ἐμισήθη καὶ δεινὸν ἐφάνη τὸ τοῦ δικτάτοροσ ὄνομα, τοῦτό μοι προὔκειτο ἐπιδεῖξαι. πέφυκε δ’ οὐ ταῖσ δυναστείαισ τοῦτο μόναισ, ἀλλὰ καὶ τοῖσ ἄλλοισ συμβαίνειν τοῖσ περιμαχήτοισ καὶ θαυμαζομένοισ ὑπὸ τοῦ κοινοῦ βίου πράγμασι. καλὰ μὲν γὰρ ἅπαντα φαίνεται καὶ συμφέροντα τοῖσ χρωμένοισ, ὅταν τισ αὐτοῖσ χρῆται καλῶσ, αἰσχρὰ δὲ καὶ ἀσύμφορα, ὅταν πονροὺσ λάβῃ προστάτασ. τούτου δ’ ἡ φύσισ αἰτία προσθεῖσα τοῖσ ἀγαθοῖσ ἅπασι καὶ κῆράσ τινασ συμφύτουσ. ἀλλ’ ὑπὲρ μὲν τούτων ἕτεροσ ἂν εἰή τοῖσ λόγοισ καιρὸσ ἐπιτηδειότεροσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기