- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 71 3:

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 71 3:)

ἅπαντα δ ὁρῶντες ὅσα ἠξίουν περὶ τὸν ἕτερον ὑπάρχοντα τῶν ὑπάτων Τῖτον Λάρκιον:? ὁ γὰρ Κλοίλιος ἐν ταῖς πολιτικαῖς χρείαις διάφορος ὢν τὸ δραστήριον καὶ φιλοπόλεμον οὐκ εἶχεν, οὐδέ γε τὸ ἀρχικὸν καὶ φοβερόν, ἀλλ ἐπιεικὴς τιμωρὸς ἦν τῶν ἀπειθούντων: ἡ δὲ βουλὴ δι αἰσχύνης ἐλάμβανον τοῦ μὲν ἀφελέσθαι τὴν ἀρχήν, ἣν κατὰ τοὺς νόμους εἶχε, τῷ δὲ χαρίσασθαι τὴν ἀμφοτέρων ἐξουσίαν, μείζονα βασιλικοῦ σχήματος γινομένην: καί τι καὶ δέος αὐτὴν ὑπῄει, μὴ βαρεῖαν ὁ Κλοίλιος ἡγησάμενος τὴν ἀπαξίωσιν τῆς ἀρχῆς ὡς ἠτιμασμένος ὑπὸ τῆς βουλῆς ἔπειτα μεταθῆται τὴν προαίρεσιν τοῦ βίου τοῦ δήμου γενόμενος προστάτης καὶ πάντα ἀνατρέψῃ τὰ κοινά. αἰδουμένων δ ἁπάντων, ἃ φρονοῦντες ἐτύγχανον, εἰς μέσον ἐκφέρειν καὶ μέχρι πολλοῦ τοῦτο ποιούντων ὁ πρεσβύτατός τε καὶ τιμιώτατος τῶν ὑπατικῶν γνώμην ἀπεδείξατο, δι ἧς ἀμφοτέρους ἐν ἴσῃ τιμῇ τοὺς ὑπάτους φυλάξας παρ αὐτῶν ἐκείνων τὸν ἐπιτηδειότερον ἄρχειν εὑρ´ετο:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION