- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 60

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 60)

ταῦτα δὴ προεγνωκὼς ὁ Λάρκιος τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν:? ἄλλως δ οὔτε διαλλαγὰς οὔτε ἀνοχὰς οὔτε ἄλλο φιλάνθρωπον ἢ μέτριον οὐθὲν αὐτοῖς ὑπάρξειν ἔφη παρὰ τῆς Ῥωμαίων πόλεως: ὁδοὺς φρουραῖς ἐπιμελεστέραις διαλαβών, ὥστε ἠναγκάσθησαν οἱ πολιορκούμενοι τὰς συμμαχικὰς ἀπογνόντες ἐλπίδας ἐπὶ τὰς τῶν πολεμίων δεήσεις καταφυγεῖν.

καὶ συνελθόντες εἰς ἐκκλησίαν ἔκριναν ὑπομένειν τὰς διαλλαγὰς, ἐφ οἷς ὁ κρατῶν ἠξίου. οὕτως δ ἄρα πολιτικὰ ἦν τὰ τῶν τότε ἡγεμόνων ἤθη καὶ πλεῖστον ἀπέχοντα τυραννικῆς αὐθαδείας, ἣν σπάνιοί τινες τῶν καθ ἡμᾶς ἡγεμόνων ἴσχυσαν ἐξουσίας ἐπαρθέντες μεγέθει διαφυγεῖν, ὥστε παραλαβὼν τὴν πόλιν ὁ ὕπατος οὐθὲν ἀπὸ τῆς ἑαυτοῦ γνώμης ἔπραξεν, ἀλλ ἀποθέσθαι τοὺς ἀνθρώπους κελεύσας τὰ ὅπλα καὶ φρουρὰν ἐπὶ τὴν ἄκραν καταλιπὼν αὐτὸς εἰς τὴν Ῥώμην ἀπῄει, καὶ συναγαγὼν τὸ συνέδριον ἀπέδωκεν αὐτοῖς σκοπεῖν, τίνα χρηστέον τοῖς παραδοῦσιν ἑαυτοὺς τρόπον.

ἐφ οἷς ἀγασθέντες τὸν ἄνδρα τῆς πρὸς αὐτοὺς τιμῆς οἱ σύνεδροι τοὺς μὲν ἐπιφανεστάτους Φιδηναίων καὶ τῆς ἀποστάσεως ἄρξαντας ἐδικαίωσαν, οὓς ἂν ὁ ὕπατος ἀποφήνῃ ῥάβδοις μαστιγωθέντας ἀποκοπῆναι τὰς κεφαλάς:

περὶ δὲ τῶν ἄλλων ἐπ ἐκείνῳ τὴν ἐξουσίαν ἐποίησαν ἅπαντα πράττειν, ὅσα προῃρεῖτο.

γενόμενος δ ὁ Λάρκιος ἁπάντων κύριος ὀλίγους μέν τινας τῶν Φιδηναίων κατηγορηθέντας ὑπὸ τῶν τἀναντία φρονούντων ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε, τοῖς δ ἄλλοις ἅπασιν ἀπέδωκε τήν τε πόλιν ἔχειν καὶ τὰ χρήματα, τῆς δὲ γῆς αὐτῶν ἀπετέμετο τὴν ἡμίσειαν, ἣν ἐκληρούχησαν οἱ καταλειφθέντες ἐν τῇ πόλει Ῥωμαίων φρουροὶ τῆς ἄκρας.

ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπ οἴκου τὴν στρατιάν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION