호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ συνεληλυθότοσ ὄχλου κύρια ποιήσαντοσ τὰ δόξαντα τῇ βουλῇ, μεταστῆναι κελεύσαντεσ ἐκ τῆσ ἀγορᾶσ τοὺσ ἐπὶ τὴν ἐκκλησίαν συνεληλυθότασ, ἔπειτ’ ἐκάλεσαν τοὺσ ὑπηρέτασ ἔχοντασ ξίφη, οἳ πάντασ τοὺσ ἐνόχουσ ταῖσ αἰτίαισ ἐν ᾧ συνεκλείσθησαν χωρίῳ περιστάντεσ κατεφόνευσαν. διαχρησάμενοι δὲ τούτουσ οὐκέτι παρεδέξαντο μήνυσιν οὐδεμίαν κατ’ οὐθενὸσ τῶν ταὐτὰ βουλευσαμένων, ἀλλὰ πάντασ ἀφῆκαν τῶν ἐγκλημάτων τοὺσ διαφυγόντασ τὴν ἐκ χειρὸσ κόλασιν, ἵνα πᾶν ἐξαιρεθῇ τὸ ταραχῶδεσ ἐκ τῆσ πόλεωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기