- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 43

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 43)

ἡ δὲ Φιδήνη πολιορκηθεῖσα οὐ πολλαῖς ἡμέραις, καθ ὃ μάλιστα δυσάλωτος εἶναι μέρος ἐδόκει καὶ ὑπ ὀλίγων ἐφυλάσσετο, κατὰ τοῦτ ἐλήφθη.? οὐ μὴν ἀνδραποδισμοῦ γ ἢ κατασκαφῆς ἐπειράθη φόνος τ ἀνθρώπων οὐ πολὺς ἐγένετο μετὰ τὴν ἅλωσιν: ἀποχρῶσα γὰρ ἐφάνη ζημία τοῖς ὑπάτοις πόλεως ὁμοεθνοῦς ἁμαρτούσης ἁρπαγὴ χρημάτων τε καὶ ἀνδραπόδων καὶ ὁ τῶν κατὰ τὴν μάχην ἀπολομένων ὄλεθρος: τοῦ δὲ μὴ προχείρως ἔτι τοὺς ἑαλωκότας ἐπὶ τὰ ὅπλα χωρῆσαι φυλακὴ γενήσεσθαι μετρία καὶ συνήθης Ῥωμαίοις, ἡ τῶν αἰτίων τῆς ἀποστάσεως κόλασις. συγκαλέσαντες δὴ Φιδηναίων τοὺς ἁλόντας εἰς τὴν ἀγορὰν καὶ πολλὰ τῆς ἀνοίας αὐτῶν κατηγορήσαντες ἀξίους τ εἶναι φήσαντες ἅπαντας ἡβηδὸν ἀπολωλέναι μήτε ταῖς εὐεργεσίαις χάριν εἰδότας μήτε τοῖς κακοῖς σωφρονιζομένους, ῥάβδοις αἰκισάμενοι τοὺς ἐπιφανεστάτους ἁπάντων ὁρώντων ἀπέκτειναν:

τοὺς δὲ λοιποὺς εἰάσαν οἰκεῖν ὡς πρότερον ᾤκουν φρουροὺς συγκατοικίσαντες αὐτοῖς, ὅσους ἔκρινεν ἡ βουλή, καὶ τῆς χώρας ἀφελόμενοί τινα μοῖραν τοῖς φρουροῖς ἔδωκαν.

ταῦτα διαπραξάμενοι τὴν δύναμιν ἀπῆγον ἐκ τῆς τῶν πολεμίων καὶ τὸν ὑπὸ τῆς βουλῆς ψηφισθέντα θρίαμβον κατήγαγον. ταῦτα μὲν ἐπὶ τῆς τούτων ὑπατείας ἐπράχθη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION