호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐντολαὶ δ’ ἦσαν, ἃσ ἔδωκε τοῖσ πρεσβευταῖσ ὁ βασιλεύσ, τοιαίδε· περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖσ ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιόσ θ’ ὁ πρεσβύτατοσ κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον· εἰ δὲ μή γ’ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆσ ἀνῄρηνται καρπῶν τὰσ ἀξίασ, ὁποτέρωσ ἂν αὐτοῖσ δόξῃ συμφέρειν, ἐάν τε τοὺσ κατέχοντασ αὐτὰ καὶ καρπουμένουσ εἰσφέρειν, ἐάν τ’ ἐκ τοῦ δημοσίου διαλύειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기