호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δόξασ μὲν οὖν ἅπασι κεχαρισμένασ φανήσεσθαι τὰσ διαλλαγάσ, ἀποστέλλει πρεσβευτὰσ ἐκ τῶν ἰδίων φίλων τοὺσ ἀναγκαιοτάτουσ. τινὲσ μὲν οὖν φασι καὶ τὸν Μούκιον ἅμα τούτοισ ἀποσταλῆναι δόντα τὴν πίστιν τῷ βασιλεῖ δι’ ὁρ́κων ὑπὲρ τοῦ πάλιν ἐλεύσεσθαι· ἕτεροι δὲ λέγουσιν ὅμηρον, ἑώσ αἱ διαλλαγαὶ γένωνται, τὸν ἄνδρα τοῦτον ἐν τῷ στρατοπέδῳ φυλάττεσθαι· καὶ τάχ’ ἂν εἰή τοῦτ’ ἀληθέστερον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기